TLG 2162 003 :: ARATUS :: Fragmenta ARATUS Hist. Fragmenta Source: Müller, K. (ed.), FHG 3. Paris: Didot, 1841–1870: 22–23. Frr. 1–6 Citation: Fragment — (line) | ||
t1-6 | ΥΠΟΜΝΗΜΑΤΑ. | |
1 | Plutarch. Agide C. 15: Συμμίξας δὲ τῷ Ἀράτῳ περὶ Κόρινθον ὁ Ἆγις ἔτι βουλευομένῳ περὶ μάχης καὶ παρατάξεως πρὸς τοὺς πολεμίους ἐπεδείξατο καὶ προθυμίαν πολλὴν καὶ τόλμαν | |
5 | οὐ μανικὴν οὐδὲ ἀλόγιστον. Ἔφη γὰρ αὐτῷ μὲν δοκεῖν διαμάχεσθαι καὶ μὴ παριέναι τὸν πόλεμον εἴσω τὰς πύλας τῆς Πελοποννήσου προεμένους, ποιήσειν δὲ τὸ δοκοῦν Ἀράτῳ· καὶ γὰρ πρεσβύτερόν τε εἶναι καὶ στρα‐ τηγεῖν Ἀχαιῶν, οἷς οὐχὶ προστάξων οὐδὲ ἡγησόμενος, | |
---|---|---|
10 | ἀλλὰ συστρατευσόμενος ἥκοι καὶ βοηθήσων. Ὁ δὲ Σι‐ νωπεὺς Βάτων αὐτὸν οὐκ ἐθέλειν μάχεσθαί φησι τὸν Ἆγιν Ἀράτου κελεύοντος, οὐκ ἐντετυχηκὼς οἷς Ἄρα‐ τος γέγραφε περὶ τούτων, ἀπολογιζόμενος ὅτι βέλτιον ἡγεῖτο, τοὺς καρποὺς σχεδὸν ἅπαντας συγκεκομισμένων | |
15 | ἤδη τῶν γεωργῶν, παρελθεῖν τοὺς πολεμίους ἢ μάχῃ διακινδυνεῦσαι περὶ τῶν ὅλων. Ἐπεὶ δ’ οὖν Ἄρατος ἀπέγνω μάχεσθαι καὶ τοὺς συμμάχους ἐπαινέσας δια‐ φῆκε, θαυμασθεὶς ὁ Ἆγις ἀνεζεύγνυεν, ἤδη τῶν ἔνδον ἐν Σπάρτῃ θόρυβον πολὺν ἐχόντων καὶ μεταβολήν. | |
2 | Plutarch. Arat. c. 32: Ὁ δ’ Ἄρατος οὐδὲν ἐν τοῖς Ὑπομνήμα‐ σιν εἴρηκε τοιοῦτον, ἀλλὰ φησὶ, τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν εἰς τὴν πόλιν ἐξε‐ | |
5 | λάσαι κατὰ κράτος, ἑπτακοσίους δὲ ἀποκτεῖναι. | |
3 | Plutarch. Arat. c. 33: Τοὺς δὲ Ἀθηναίους σπου‐ δάζων ἐλευθερῶσαι (Ἄρατος) διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων, ἐπε‐ | |
5 | χείρησε τὸν Πειραιᾶ καταλαβεῖν. Αὐτὸς δὲ ἀρνούμε‐ νος ἐν τοῖς Ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰ‐ τιᾶται, μεθ’ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν. Ἐκεῖνον γὰρ ἰδίᾳ τῷ Πειραιεῖ προσβαλόντα καὶ τῆς κλίμακος συντριβείσης διωκόμενον ὀνομάζειν καὶ κα‐ | |
10 | λεῖν συνεχῶς Ἄρατον ὥσπερ παρόντα, καὶ διαφυγεῖν οὕτως ἐξαπατήσαντα τοὺς πολεμίους. Οὐ μὴν δοκεῖ πιθανῶς ἀπολογεῖσθαι. Τὸν γὰρ Ἐργῖνον, ἄνθρωπον ἰδιώτην καὶ Σύρον, ἀπ’ οὐδενὸς ἦν εἰκότος ἐπὶ νοῦν βα‐ λέσθαι τὴν τηλικαύτην πρᾶξιν, εἰ μὴ τὸν Ἄρατον εἶχεν | |
15 | ἡγεμόνα καὶ παρ’ ἐκείνου τὴν δύναμιν καὶ τὸν καιρὸν εἰλήφει πρὸς τὴν ἐπίθεσιν. Ἐδήλωσε δὲ καὶ αὐτὸς ὁ Ἄρατος οὐ δὶς οὐδὲ τρὶς, ἀλλὰ πολλάκις, ὥσπερ οἱ δυσέρωτες, ἐπιχειρήσας τῷ Πειραιεῖ καὶ πρὸς τὰς δια‐ μαρτίας οὐκ ἀποκαμὼν, ἀλλὰ τῷ παρὰ μικρὸν ἀεὶ καὶ | |
20 | σύνεγγυς ἀποσφάλλεσθαι τῶν ἐλπίδων πρὸς τὸ θαρρεῖν ἀνακαλούμενος. Ἅπαξ δὲ καὶ τὸ σκέλος ἔσπασε διὰ τοῦ Θριασίου φεύγων· καὶ τομὰς ἔλαβε πολλὰς θεραπευό‐ μενος καὶ πολὺν χρόνον ἐν φορείῳ κομιζόμενος ἐποιεῖτο τὰς στρατείας. | |
4 | Plutarchus Cleomen. c. 16: (Ἄρατος) τρέπεται πρὸς ἔργον οὐδενὶ μὲν τῶν Ἑλλήνων προσῆκον, αἴ‐ σχιστον δ’ ἐκείνῳ καὶ τῶν πεπραγμένων ὑπ’ αὐτοῦ καὶ πεπολιτευμένων ἀναξιώτατον, Ἀντίγονον ἐπὶ τὴν Ἑλ‐ | 22 |
5 | λάδα καλεῖν, καὶ Μακεδόνων ἐμπιπλάναι τὴν Πελοπόν‐ νησον, οὓς αὐτὸς ἐκ Πελοποννήσου μειράκιον ὢν ἐξή‐ λασεν, ἐλευθερώσας τὸν Ἀκροκόρινθον, καὶ πᾶσι μὲν τοῖς βασιλεῦσιν ὕποπτος καὶ διάφορος γενόμενος, του‐ τονὶ δὲ αὐτὸν Ἀντίγονον εἰρηκὼς κακὰ μυρία, δι’ ὧν | |
10 | ἀπολέλοιπεν Ὑπομνημάτων. Καίτοι πολλὰ παθεῖν καὶ παραβαλέσθαι φησὶν αὐτὸς ὑπὲρ Ἀθηναίων, ὅπως ἡ πόλις ἀπαλλαγείη φρουρᾶς καὶ Μακεδόνων· εἶτα τούτους ἐπὶ τὴν πατρίδα ... εἰσήγαγεν κτλ. | |
5 | Plutarch. Cleom. c. 17: ἀνέζευξε διὰ ταχέων, καὶ κήρυκα πόλεμον προεροῦντα τοῖς Ἀχαιοῖς ἔπεμψεν οὐκ εἰς Ἄρ‐ γος, ἀλλ’ εἰς Αἴγιον, ὥς φησιν Ἄρατος, ὅπως φθάσῃ | |
5 | τὴν παρασκευὴν αὐτῶν. | |
6 | Plutarch. Cleom. c. 19: Ἑαλωκότος δὲ Ἄργους καὶ κατόπιν εὐθὺς προσθεμένων τῷ Κλεομένει Κλεω‐ νῶν καὶ Φλιοῦντος, ἐτύγχανε μὲν ὁ Ἄρατος ἐν Κο‐ ρίνθῳ ποιούμενός τινα τῶν λεγομένων λακωνίζειν ἐξέ‐ | |
5 | τασιν· ἀγγελίας δὲ περὶ τούτων προσπεσούσης διατα‐ ραχθεὶς καὶ τὴν πόλιν ἀποκλίνουσαν αἰσθόμενος πρὸς τὸν Κλεομένη καὶ τῶν Ἀχαιῶν ἀπαλλαγῆναι βουλομέ‐ νην, ἐκάλει μὲν εἰς τὸ βουλευτήριον τοὺς πολίτας, ἔλαθε δὲ διολισθὼν ἄχρι τῆς πύλης. Ἐκεῖ δὲ, τοῦ ἵππου | |
10 | προσαχθέντος, ἀναβὰς ἔφυγεν εἰς Σικυῶνα. Τῶν δὲ Κορινθίων ἁμιλλωμένων εἰς Ἄργος πρὸς τὸν Κλεομένη φησὶν ὁ Ἄρατος τοὺς ἵππους πάντας ῥαγῆναι· τὸν δὲ Κλεομένη μέμφεσθαι τοὺς Κορινθίους μὴ συλλαβόντας αὐτὸν, ἀλλ’ ἐάσαντας διαφυγεῖν· οὐ μὴν ἀλλὰ καὶ πρὸς | |
15 | αὐτὸν ἐλθεῖν Μεγιστόνουν παρὰ τοῦ Κλεομένους δεο‐ μένου παραλαβεῖν τὸν Ἀκροκόρινθον (εἶχε γὰρ φρου‐ ρὰν Ἀχαιῶν) καὶ πολλὰ χρήματα διδόντος· ἀποκρί‐ νασθαι δὲ αὐτὸν, ὡς οὐκ ἔχει τὰ πράγματα, μᾶλλον δὲ ὑπὸ τῶν πραγμάτων αὐτὸς ἔχεται. Ταῦτα μὲν ὁ Ἄρα‐ | |
20 | τος γέγραφεν. | 23 |